Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
eléboro blanco | elléboros leukós ἐλλέβορος λευκός |
Veratrum album L. |
4.148 |
χκα (621)
Texto provisional
ἐλλέβορος λευκός· [οἱ δὲ Ἀσκληπιάδα, οἱ δὲ ἔκτομον, οἱ δὲ πίνακα Τοξάρι<ο>ς, προφῆται γόνος Ἡρακλέους, οἱ δὲ πολύειδος, οἱ δὲ ἀνάφυστος, Αἰγύπτιοι σομφία, οἱ δὲ οὖνρε, Ῥωμαῖοι βερέτρουμ ἄλβουμ, Γάλλοι λάγονον, οἱ δὲ ἀνεψά.] φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δὲ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι· ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου, συμπεφυκυῖαι· φύεται ἐν ὀρεινοῖς τόποις. ὀρύττειν δὲ δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν· ἄριστος δὲ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυστος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν γεῦσιν οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ ὁ τοιοῦτος. {2} πρωτεύει δὲ ὁ Ἀντικυρικός· ὁ δὲ Γαλατικὸς [καὶ Γαλλικὸς] καὶ Καππαδοκικὸς λευκότερος καὶ ἰσχνώδης καὶ πνιγωδέστερος. καθαίρει δὲ δι᾽ ἐμέτων ἄγων ποικίλα· μείγνυται δὲ καὶ κολλυρίοις τοῖς δυναμένοις τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρειν, καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει προστιθέμενος, πταρμικούς τε ἐρεθίζει καὶ μύας κτείνει σὺν μέλιτι καὶ ἀλφίτῳ φυραθείς, συγκαθεψόμενός τε κρέασι συντήκει ταῦτα. δίδοται δὲ νήστεσι καθ᾽ ἑαυτὸν καὶ μετὰ σησαμοειδοῦς καὶ θαψίας χυλοῦ καὶ ἄλικος καὶ μελικράτου ἢ πόλτου ἢ φακοῦ ἢ ῥοφήματος· συσσιτοποιεῖται δὲ καὶ ἄρτῳ καὶ ὀπτᾶται. {3} ἡ δὲ προσαγωγὴ καὶ ἡ ἐπιδιαίτησις ἐξείργασται παρὰ τοῖς προηγουμένως περὶ τῆς δόσεως αὐτοῦ γράψασι· μάλιστα δὲ συγκατατιθέμεθα Φιλωνίδῃ τῷ Σικελῷ τῷ ἀπὸ Ἔννης· μακρὸν γάρ ἐστιν ἐν ὕλης παραδόσει προηγουμένως θεραπευτικὴν ἐκτίθεσθαι ἀγωγήν. διδόασι δ᾽ ἔνιοι σὺν πολλῷ ῥοφήματι ἢ χυλοῦ πλήθει ἢ καὶ τροφὴν ὀλίγην προδόντες ἐπιδιδόασι τὸν ἐλλέβορον, ἐφ᾽ ὧν μάλιστα ἢ πνιγμὸς ὑποπτεύεται ἢ ἀσθένεια σώματος ὑπόκειται· ἀκίνδυνος γὰρ ἐπὶ τῶν οὕτως λαμβανόντων ἡ κάθαρσις διὰ τὸ μὴ ἀκεραίως τὸ φάρμακον τοῖς σώμασι παρατίθεσθαι· καὶ βάλανοι δὲ ἐξ αὐτοῦ προστεθεῖσαι τῇ ἕδρᾳ μετ᾽ ὄξους ἐμέτους κινοῦσιν.