Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
doradilla | ásplēnos ἄσπληνος |
Ceterach officinarum DC. |
3.134 |
υν (450)
Texto provisional
ἄσπληνος· οἱ δὲ σκολοπένδριον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ σπλήνιον, οἱ δὲ πτέρυγα [οἱ δὲ λογχῖτις, οἱ δὲ Τεύκριος, οἱ δὲ Φρυγία, οἱ δὲ Φρυγῖτις, οἱ δὲ φιλτροδότις, προφῆται αἷμα γαλῆς.]. φύλλα ἔχει σκολοπένδρῳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἀπὸ τῶν κοχλάκων παλισκίοις, ἄκαυλα, ἀνανθῆ, ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα ἀποζεσθέντα σὺν ὄξει καὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκειν· δεῖ δὲ καὶ καταπλάσσειν τὸν σπλῆνα τοῖς φύλλοις λείοις σὺν οἴνῳ· βοηθεῖ καὶ στραγγουρίᾳ καὶ λυγμῷ καὶ ἰκτέρῳ καὶ λίθους τοὺς ἐν κύστει θρύπτει. δοκεῖ δὲ ἀτόκιον εἶναι καθ᾽ ἑαυτὴν καὶ μετὰ ἡμιόνου ὁπλῆς περιαπτομένη· ἀσελήνου δὲ νυκτὸς <ἢ> ἡμέρας οὔσης φασὶ δεῖν αὐτὴν ὀρύσσειν εἰς ἀτόκιον.