Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
falso canelero | pseudokinamômon ψευδοκινάμωμον |
Cinnamomum tamala (Buch.-Ham.) Nees & Ebern. |
1.14.3 |
fol. fol.
ιε (15)
ἔστι δέ τι καὶ ἄλλο <ὅμοιον>, τὸ καλούμενον ψευδοκινάμωμον, <εὐγενές,> οὐκ εὔ-
τονον τῇ ὀσμῇ, ἐκλελυμένον δὲ καὶ τῇ δυνάμει. καλεῖται δέ <τι> καὶ ζιγγίβερι, ξυλοκινάμω-
μον ὄν, ἔχον <δέ> τινα ἐμφέρειαν κιναμώμῳ· [1] ἔστι δὲ ξυλῶδες κινάμωμον, ἔχον ῥάβδους
μακρὰς καὶ ῥωμαλέας καὶ τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπ᾽
ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κιναμώμου τὸ ξυλοκινάμωμον, ἑτέρας ὂν φύσε-
ως. {4} δύναμιν δὲ ἔχει πᾶν κινάμωμον, θερμαντικήν, οὐρητικήν, μαλακτικήν, πε-
πτικήν· ἄγει δὲ καὶ ἔμμηνα [2] καὶ ἔμβρυα πινόμενον καὶ προστιθέμενον μετὰ σμύρνης, καὶ ἰοβόλοις
fol. fol.
θηρίοις καὶ θανασίμοις ἁρμόζει καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀποκαθαίρει, [θερ-
μαίνει τε καὶ λεπτύνει· καὶ ἔστι διουρητικόν.] φακούς τε καὶ ἐφήλεις [ἀποκαθαίρει] μετὰ
μέλιτος ἐπιχρισθὲν <αἴρει>. ποιεῖ δὲ καὶ πρὸς βῆχας, κατάρρους, ὕδρωπας, νεφρίτιδας,
δυσουρίας· μίγνυται δὲ καὶ τοῖς πολυτελέσι μύροις καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀ-
ποτίθεται δὲ εἰς διαμονὴν λεῖον οἴνῳ ἀναλαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ.
[ἔστι δέ τι λεγόμενον κινάμωμον, ὃ ἔνιοι ψευδοκινάμωμον καλοῦσιν, εὐερνὲς σφό-
δρα καὶ παχυραβδότερον, κατὰ πολὺ μέντοι [γε] ἐλαττούμενον κιναμώμῳ κατά τε ὀσμὴν
καὶ γεῦσιν.]