Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
azafrán | krókos κρόκος |
Crocus sativus L. |
1.26 |
κϚ (26)
περὶ κρόκου·
κρόκος [οἱ δὲ κάστωρ, οἱ δὲ κυνόμορφος, προφῆται αἷμα ἡρακλέους. κρό-
κος] ἐστὶ κράτιστος ἐν ἰατρικῇ χρήσει ὁ κωρύκιος, πρόσφατός τε καὶ εὔχρους, ὀλίγον
τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀνελλι-
πής [1], πλήρης, βάπτων ἐν διέσει τὰς χεῖρας, οὐκ εὐρωτιῶν ἢ ἰκμάζων, ὑποδρι-
μύς [2]· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ <ἀπο>βεβρεγμένος. δευτερεύει <δὲ> ὁ ἐκ τῆς πρὸς
λυκίαν κωρυκίου [3]. καὶ ὁ ἀπὸ τοῦ λυκιανοῦ ὀλύμπου [τρίτος], εἶτα ὁ ἐξ αἰγῶν τῆς αἰτω-
λίας. ὁ δὲ κυρηναικὸς <καὶ> ὁ ἐκ κεντορίας πάντων τῶν [4] κατὰ τὴν σικελίαν ἀσθενὴς [5] κατὰ δύνα-
μιν, λαχανώδεις ὄντες πάντες· διὰ μέντοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ
τὴν θυίαν βάπτοντες τούτῳ χρῶνται. πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο, εἰς δὲ τὰ
φάρμακα ὁ προγεγραμμένος ἐστὶ χρήσιμος. {2} δολοῦται δὲ μείξει κροκομάγματος
κεκομμένου [ἢ δι' ἑψήματος. ὑπαλειφόμενος συντετριμμένου εἰς τὸ βαρυσταθμῆσαι]
<καὶ> λιθαργύρου ἢ μολυβδαίνης [6]. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχον [7] κονιορτῶδες καὶ τῷ [8] τὴν ὀσμὴν
ἑψηματώδη τυγχάνειν. [θεσσαλὸς μὲν οὖν φησι μόνον εὐώδη αὐτόν· οἱ δὲ καὶ θα-
νάσιμον, εἰ πιεῖν τις δῷ αὐτοῦ γ' < μεθ' ὕδατος. κατὰ δὲ τὸ ἀληθὲς] ἔχει <δὲ> δύναμιν πε-
πτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐρητικήν, παρέχει <τε> εὔχροιαν καὶ ἀκραί-
παλός ἐστι μετὰ γλυκέος πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος στέλλει
σὺν γάλακτι γυναικείῳ. {3} μίγνυται δὲ καὶ τοῖς πρὸς τὰ ἐντὸς ποτίσμασι [9] χρησίμως
καὶ προσθέμασι καὶ καταπλάσμασι τοῖς πρὸς μήτραν καὶ δακτύλιον. παρίστησι δὲ
καὶ πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς [κατα]πραύνει καταχριόμενος
καὶ εἰς τὰς ὠτικὰς χρησιμεύει. [10] πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ
ψύγειν ἐν ὀστρακίνῳ <ἀγγείῳ καινῷ> θερμῷ· ταχέως δὲ δεῖ στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη
σὺν γλυκεῖ οὖρα κινεῖ.