Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
calaminta cana | Helénion állo ἑλένιον ἄλλο |
Calamintha incana (Sibth. & Sm.) Boiss. |
1.29 |
κθ (29)
περὶ ἐτέρου ἑλενίου·
ἑλένιον ἄλλο. ἱστορεῖ κρατεύας γεννᾶσθαι ἐν αἰγύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυ-
αίους, ἐπὶ γῆς ἐρριμμένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μα-
κρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλoνίοις [1], ῥίζαν ὠχράν, πάχος δακτύλου μικροῦ, κά-
τωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παρα-
θαλασσίοις τόποις καὶ γεωλόφοις. δύναμιν δὲ ἔχει μετ’ οἴνου πινομένη μία ῥίζα
θηριοδήκτοις βοηθεῖν.