Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
loto | Aigýptios kýamos αἰγύπτιος κύαμος |
Nelumbo speciosum Willd. |
2.106 |
σλε (235)
περὶ αἰγυπτίου κθάμου· ὁ δὲ αἰγύπτιος κύαμος, ὃν ἔνιοι ποντικὸν καλοῦσι, πλεῖστος γίνεται [1] ἐν αἰγύ-
πτῳ , καὶ ἐν ἀσίᾳ δὲ καὶ ἐν κιλικίᾳ ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς
πέταλον [2], καυλὸν δὲ πηχυαῖον, [περὶ] δακτύλου [τὸ] πάχος, ἄνθος δὲ ῥοδόχρουν, διπλάσιον μή-
κωνος, ὅπερ ἀπανθῆσαν [3] φέρει σφηκια παραπλήσια θυλακίσκοις, ἐν οἷς [4] κύαμος μικρὸν
ὑπεραίρων τὸ πῶμα ὡς πομφόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον διὰ τὸ τὴν φυτείαν
τοῦ κυάμου γίνεσθαι ἀυτοῦ [5] ἐντιθεμένου ἐν ἰκμοβώλῳ οὕτω τε εἰς τὸ ὕδωρ ἀφιεμένου.