Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
balsamero | bálsamon βάλσαμον |
Commiphora opobalsamum Engl. |
1.19 |
ιθ (19)
περὶ βαλσάμου· βάλσαμον τὸ μὲν δένδρον κατὰ
μέγεθος [λευκοίου ἢ] λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγά-
νῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ ἰουδαίᾳ κατά τινα
αὐλῶνα [καὶ ἐν αἰγύπτῳ], διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότη-
τι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς
θερίζεσθαι ἰσχνὸν ὄν.