Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
costo | kóstos κόστος |
Saussurea lappa Clarke |
1.16 |
fol. fol.
ιϚ (16)
περὶ κόστου·
κόστου διαφέρει ὁ ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν,
fol. fol.
δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ κοῦφος καὶ μέλας ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ συ-
ριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφα-
τος, λευκός, πλήρης δι᾽ ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δη-
κτικὸς καὶ πυρώδης. δύναμιν δὲ ἔχει θερμαντικήν, διουρητικήν, ἐμμήνων ἀγωγὸν καὶ τῶν
περὶ ὑστέραν παθῶν ἀρωγὸν ἐν προσθέμασι καὶ καταντλήμασι καὶ πυριάσεσι. {2} πινό-
μενον [1] δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγιῶν β' πλῆθος, καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα
καὶ <ἐμ>πνευματώσεις μετ᾽ οἴνου καὶ ἀψινθίου, καὶ ἀφροδίσια δὲ παρορμᾷ μετ᾽ οἰνομέλιτος.
ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ᾽ ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ᾽ ἐλαίου πρὸ
τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ᾽
ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις. μειγνύουσι δ᾽ ἔνιοι
τὰς ῥωμαλεωτάτας τοῦ κομμαγηνοῦ ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ
ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ
πληκτικὴν παρέχει.