Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
opobálsamo | opobálsamon ὀποβάλσαμον |
Commiphora opobalsamum Engl. |
1.19.1 |
ιθ (19)
περὶ ὀποβαλσάμου· τὸ δὲ ὀποβάλσαμον λεγόμενον ὀπί-
ζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐντεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου· ῥεῖ δὲ
ὀλίγον ὡς καθ᾽ ἕκαστον χρόνον [1] μὴ πλεῖον [ἢ] ἓξ ἢ ἑπτὰ χνόας [2] συναθροίζεσθαι· πωλεῖ-
ται δὲ ἐν τῷ τόπῳ <τούτῳ> ὁ σταθμὸς αὐτοῦ πρὸς διπλοῦν ἀργύριον. {2} ἔστι δὲ ὀπὸς καλὸς ὁ
πρόσφατος, τῇ ὀσμῇ εὔτονος καὶ εἰλικρινὴς <καὶ> μὴ παροξίζων, εὐδίετος, λεῖος,
στύφων καὶ δάκνων μετρίως τὴν γλῶσσαν. δολοῦται δὲ ποικίλως· οἱ μὲν γὰρ
χρίσματι μίσγουσιν αὐτὸ [3] ὡς τὸ τερεβίνθινον, κύπρινον, σχίνινον, σούσινον, βα-
λάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. <δι>ελέγ-
χεται δὲ εὐχερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐρεοῦν [4] ὕφος καὶ ἐκ-
πλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος προσμένει, καὶ γά-
λακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ <ὁ> δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέ-
ραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδο-
λωμένος ἐπιπλεῖ καθάπερ ἔλαιον συστρεφόμενος ἢ [5] διαχεόμενος ἀστεροειδῶς·
τῷ μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος παχυνόμενος ἑαυτοῦ χείρων γίνεται. {3} πλα-
νῶνται δὲ οἱ νομίζοντες τούτον [6] ἀκέραιον ἐπισταγέντα ὕδατι [εἰσ]χωρεῖν εἰς βά-
θος πρῶτον, εἶτα ἀναπλεῖν εὐδιάχυτον.