Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino aromático | oînos arōmatítēs οἴνος ἀρωματίτης |
- | 5.54 |
ψκβ (722)
Texto provisional
οἶνος ἀρωματίτης οὕτως σκευάζεται· φοίνικος, ἀσπαλάθου, καλάμου, νάρδου Κελτικῆς, ἑκάστου χοίνικα λειώσας φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μ, σφηκώσας τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς 23, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμὰς β, νάρδου Συριακῆς δραχμὰς 23, κασσίας δραχμὰς η, κρόκου δραχμὰς δ, ἀμώμου δραχμὰς ε, ἀσάρου δραχμὰς δ, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε. {2} ποιεῖ δὲ πρὸς πόνους θώρακος, πλευροῦ, πνεύμονος, δυσουρίαις, ῥίγεσιν, ἐμμήνοις ἐπισχεθεῖσι καὶ τοῖς διὰ κρυμῶν ὁδεύουσιν <ἁρμόζει> πινόμενος καὶ πρὸς τοὺς πάχος γεννῶντας· περιποιεῖ δὲ καὶ εὔχροιαν, ὑπνωτικός τέ ἐστι καὶ ἀνώδυνος, τοῖς περὶ κύστιν καὶ νεφροὺς ἁρμόζων πάθεσιν.