Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mastranzo | hēdýosmos hēmeros ἡδύοσμος ἥμερος |
Mentha sp. |
3.34 |
fol. fol.
τμη (348)
Texto provisional
<περὶ ἡδυόσμου· ἡ>δύοσμον, [οἱ δὲ μίνθα, οἱ δὲ καλαμίνθη, Ῥωμαῖοι
μέντα, οἱ δὲ νεπέταμ, Αἰγύπτιοι τίς, οἱ δὲ φερθρουμόνθου, οἱ δὲ περξώ, οἱ δὲ μακιθώ.] γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν· ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετ᾽ ὄξους καὶ ἕλμινθας κτείνει στρογγύλας, ἀφροδίσιά τε ἐρεθίζει καὶ λυγμοὺς καὶ ἐμέτους καὶ χολέραν παύει δύο ἢ τρία κλωνία σὺν ῥοᾶς ὀξείας χυλῷ ποθέντα·διαφορεῖ δὲ καὶ ἀποστήματα μετ᾽ ἀλφίτου καταπλασθὲν καὶ κεφαλαλγίαν παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ μαστῶν τε περίτασιν καὶ σπάργησιν πραΰνει. {2} σὺν ἁλσὶ δὲ τοῖς κυνοδήκτοις κατάπλασμα, ὠταλγίαις τε ὁ χυλὸς σὺν μελικράτῳ ἁρμόζει. γυναιξὶ δὲ πρὸ τοῦ πλησιάζειν προστιθέμενον ἀσυλλημψίαν ἐργάζεται γλῶσσάν τε τραχεῖαν παρατριβόμενον λεαίνει
fol. fol.
καὶ γάλα ἀτύρωτον φυλάσσει, ἐναποκλυσθέντων αὐτῷ κλωναρίων, καὶ καθόλου ἐστὶν εὐστόμαχον καὶ ἀρτυματῶδες. γίνεται δὲ καὶ ἄγριον ἡδύοσμον, δασύτερον τοῖς φύλλοις καὶ βραχεῖ μεῖζον σισυμβρίου, τὴν σμὴν βρωμωδέστερον καὶ ἧττον εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετον.