Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cangrejo de río | karkínos καρκίνος |
Astacus, Austropotamobius |
2.10 |
ρλθ (139)
περὶ καρκίνου· καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλυαρίων [1] δυοῖν [2] πλῆθος
σὺν γεντιανῆς ῥίζῃ [3] κοχλιαρίῳ ἑνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις
ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέθλας [4]
καὶ καρκινώματα παρηγορεῖ. λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν
ἑρπετῶν, φαλαγγίων <καὶ> σκορπίων πληγαῖς. ἑφθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθισικοὺς ὠ-
φελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ μετ' ὠκίμου [5] καὶ προστεθέν-
τες [6] σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἧττον τούτων ἐνεργοῦσιν.