Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mâron gr. | mâron μᾶρον |
Thymus sipyleus Boiss. |
3.42 |
τνϚ (356)
Texto provisional
μᾶρον [οἱ δὲ ὀριγανίδα καλοῦσιν.] ὑσόβρυον· πόα γνώριμος, φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον. ἔχει δὲ δύναμιν ὁμοίαν σισυμβρίῳ, ὑποστῦφον καὶ θερμαῖνον ἠρέμα, ὅθεν νομάς τε ἵστησι καταπλασσόμενον καὶ εἰς τὰ θερμαντικὰ τῶν συγχρισμάτων μείγνυται. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον.