Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zarzaparrilla | smîlax trakheîa (mîlax) σμῖλαξ τραχεῖα (μῖλαξ) |
Smilax aspera L. |
4.142 |
χιε (615)
Texto provisional
σμῖλαξ τραχεῖα· [οἱ δὲ ἡπατῖτις, οἱ δὲ καλυκάνθεμον, οἱ δὲ κυνόσβατον, οἱ δὲ ἀνίκητον, οἱ δὲ ἡλιόφυτον, οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἑλξίνη, οἱ δὲ κλύμενον, Αἰγύπτιοι λυιαθή, οἱ δὲ κόνυσσον, Ῥωμαῖοι μεργίνα, οἱ δὲ βούλουκρουμ λέντουμ, Θοῦσκοι ῥαδία.] τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια καὶ κλήματα πολλά, λεπτά, ἀκανθώδη ὡς παλίουρος ἢ βάτος, ἑλίσσεταί τε περὶ τὰ δένδρα ἄνω καὶ κάτω νεμομένη· καρπὸν δὲ ἔχει βοτρυοειδῆ, πεπανθέντα ἐρυθρόν, ὑποδάκνοντα ἠρέμα τῇ γεύσει, ῥίζαν σκληράν, παχεῖαν· φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς θανασίμων ἐστὶν ἀντίδοτα προπινόμενα καὶ ἐπιπινόμενα. παραδέδοται δ᾽ ὅτι, ἄν τις ἀρτιγενεῖ παιδίῳ τρίψας τι τούτων δῷ καταπιεῖν, ὑπ᾽ οὐδενὸς δηλητηρίου φαρμάκου βλαβήσεται· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.