Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de albahaca | ōkýminon élaion ὠκύμινον ἔλαιον |
Ocimum basilicum L. |
1.49 |
fol. fol.
μθ (49)
περὶ ὠκιμίνου·
ἔλαιον ὠκίμινον σκευάζεται ὥσπερ τὸ κύπρινον [1], λαβὼν ἐλαίου λίτρ<ας> κ', ὠκίμου
σταθμῷ λίτρ<ας> ια', οὐγγ<ίας> η' ἀποφυ<λ>λίσας ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα
ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆ-
θος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερ\<ε>ῖον· τρίτην γὰρ οὐκ ἐπιδέχε-
ται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν <τὸ> ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥο-
δίνου εἴρηται, τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκ-
θλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤ-
κιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφακίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως.
fol. fol.
δύναται δὲ τὰ αὐτὰ [2] τῷ σαμψουχίνῳ, ἔλαττον ἐνεργοῦν.