Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
corregüela marina | krámbē thalassía κράμβη θαλασσία |
Convolvulus soldanella L. |
2.122 |
σνα (251)
Texto provisional
ἡ δὲ θαλασσία λεγομένη <2κράμβη>2 ἐξήλλακται τῷ παντὶ τῆς ἡμέρου, ἔχουσα φύλλα μακρὰ τῇ στρογγύλῃ ἀριστολοχείᾳ ὅμοια. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπερύθρων ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός· ἔχει δὲ καὶ ὀπὸν λευκόν, οὐ πολύν. ἔστι δὲ τῇ γεύσει ὑφάλμυρος καὶ ποσῶς ἔμπικρος κατὰ τὴν γεῦσιν. ὅλη δὲ ἡ πόα λυτικωτάτη κοιλίας ἑφθὴ βρωθεῖσα. συνέψουσι δὲ αὐτῇ ἔνιοι διὰ τὴν δριμύτητα τὰ λιπαρὰ τῶν κρεῶν.