Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
camedrio | khamaídrys χαμαίδρυς |
Teucrium chamaedrys L. |
3.98 |
υιδ (414)
Texto provisional
χαμαίδρυς· [οἱ δὲ χαμαίρωψ, Ῥωμαῖοι τριξάγω μίνορ.] οἱ δὲ καὶ ταύτην Τεύκριον καλοῦσι διὰ τὸ σῴζειν ἐμφέρειαν ποσὴν πρὸς Τεύκριον· φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. ἔστι δὲ θαμνίσκος σπιθαμιαῖος φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, πικρά, ἄνθος ὑποπόρφυρον, μικρόν· συλλέγειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ. δύναμιν δὲ ἔχει χλωρά τε <καὶ ξηρὰ> ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ποτιζομένη βοηθεῖν σπάσμασι, βηχί, σπληνὶ ἐσκιρρωμένῳ, δυσουροῦσιν, ὑδρωπικοῖς ἐν ἀρχαῖς· {2} ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα σπλῆνά <τε> τήκει σὺν ὄξει ποθεῖσα· πρὸς δὲ τὰ θηρία σὺν οἴνῳ πινομένη καὶ καταπλασσομένη ποιεῖ. λεία δὲ δύναται καὶ εἰς καταπότια ἀναπλάσσεσθαι πρὸς τὰ εἰρημένα, καθαίρει καὶ ἕλκη παλαιὰ σὺν μέλιτι· αἴρει δὲ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς σὺν ἐλαίῳ λεία ἐγχριομένη· καὶ ἀλειφομένη δέ ἐστι θερμαντική.