Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra pómez | kísēris κίσηρις |
- | 5.108 |
ψοη (778)
Texto provisional
κίσηριν δὲ προκριτέον τὴν κούφην ἄγαν καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. καυστέον δὲ οὕτως· λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς διαπύροις ἔγκρυψον ἄνθραξιν· ὡς δ᾽ ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει καὶ πάλιν πυρώσας σβέσον· τὸ δὲ τρίτον δι᾽ ἑαυτῆς ἔασον ψυγῆναι καὶ ἀπόθου καὶ χρῶ. {2} δύναμιν δὲ ἔχει στυπτικήν <τε> καὶ σμηκτικὴν οὔλων καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις μετὰ τοῦ θερμαίνειν, πληρωτικήν τε ἑλκῶν καὶ κατουλωτικήν, ἔτι δὲ καὶ κατασταλτικὴν ὑπεροχῶν καὶ σμηκτικὴν ὀδόντων λεία καὶ σώματος εἰς ψίλωσιν τριχῶν. Θεόφραστος δὲ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου πίθον καθῇ τις κίσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν.