Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espino de fuego | oxyákantha ὀξυάκανθα |
Cotoneaster pyracantha Spach. |
1.93 |
ϟγ (93)
περὶ ὀξυακάνθ<ης>· ὀξυάκανθα,
οἱ δὲ πυρῆνα, οἱ δὲ πιτυάνθην [1] καλοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρό-
τερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, εὔ-
θρυπτον, ἔνδοθεν πυρῆνα<ς> ἔχοντα, ῥίζαν πολυσχεδῆ [2] καὶ βαθεῖαν. τούτου ὁ καρπὸς
διάρροιαν ἵστησι καὶ ῥοῦν γυναικεῖον πινόμενος καὶ ἐσθιόμενος. ἡ δὲ ῥίζα καταπλα-
<σ>θεῖσα λεία σκόλοπας καὶ ἀκίδας ἐπισπᾶται. ἱστορεῖται δὲ δύνασθαι τὴν ῥίζαν [3] καὶ ἐκτρωσ-
μοὺς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης ἢ χρισθείσης.