Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hez del vino | trýga τρύγα |
- | 5.114 |
fol. fol.
ψπδ (784)
Texto provisional
<περὶ τρυγός· τ>ρύγα δὲ παραλημπτέον μάλιστα <μὲν> τὴν ἀπὸ οἴνου παλαιοῦ Ἰταλικοῦ, εἰ δὲ μή <γε>, καὶ ἀπὸ
ἄλλου ὁμοίου· ἡ δὲ ἀπὸ ὄξους ἐπιτέταται τῇ δυνάμει. καυστέον δὲ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς. τινὲς δὲ ἐπ᾽ ὄστρακον καινὸν θέντες καίουσι πυρὶ δαψιλεῖ, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθος. ἄλλοι δὲ εἰς ἄνθρακας πεπυρωμένους ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσι. {2} σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀραιόχρουν [1] τοῦ χρώματος
fol. fol.
καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσσῃ οἱονεὶ φλέγειν αὐτήν. ὡσαύτως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται. δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα καὶ σμηκτικήν, κατασταλτικήν τε καὶ στυπτικὴν καὶ σηπτικὴν ἄγαν καὶ ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ διαπνεῖται, ὅθεν οὐδὲ ἀσκέπαστον οὐδὲ χωρὶς ἄγγους αὐτὴν ἀποθετέον. {3} πλύνεται δὲ αὕτη ὡς <ἡ> πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει οἰδήματα καθ᾽ ἑαυτὴν καὶ μετὰ μυρσίνης, καὶ κοιλίαν καὶ στόμαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει, καὶ ῥοῦν γυναικεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλασσομένη πραύνει, καὶ φύγεθλα ἀνέλκωτα διαφορεῖ καὶ φύματα, μαστούς τε σπαργῶντας σβέννυσιν. ἡ δὲ κεκαυμένη λεπροὺς ἀφίστησιν ὄνυχας σὺν ῥητίνῃ, καὶ μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην ξανθὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μείγνυται εἰς τὰ ὀφθαλμικὰ ὡς ἡ σποδός· σμήχει δὲ οὐλὰς καὶ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς ἡ τοιαύτη.