Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acelga | teûtlon (seûtlon) τεῦτλον (σεῦτλον) |
Beta cicla L. Beta vulgaris L. |
2.123 |
σνβ (252)
Texto provisional
[σεῦτλον μέλαν ἄγριον· Ῥωμαῖοι βῆτα σιλβάτικα.]
σεῦτλον διττόν ἐστιν, οὗ τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σὺν φακῇ ἑψηθέν, καὶ μᾶλλον ἡ ῥίζα, τὸ δὲ λευκὸν εὐκοίλιον. κακόχυμα δὲ ἀμφότερα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες, ὅθεν ὁ χυλὸς αὐτῶν καθαίρει κεφαλὴν ῥινὶ ἐγχεόμενος μετὰ μέλιτος καὶ ὠταλγίας ὠφελεῖ. τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλλων ἀφέψημα πιτύρων καὶ κονίδων σμηκτικὸν καὶ χιμέτλης πραυντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάσσειν δεῖ ἀλφοὺς προεκνιτρωθέντας καὶ ἀλωπεκίας προκατακνισθείσας καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται.