Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hippóphaiston gr. | hippóphaiston ἱππόφαιστον |
Centaurea spinosa L. |
4.160 |
χλε (635)
Texto provisional
ἱππόφαιστον· [οἱ δὲ ἱπποφαὲς.] φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, —οὔτε δὲ ἄνθος οὔτε καυλὸν φέρει—ῥίζαν παχεῖαν, μαλακήν. ταύτης τὰ φύλλα καὶ τὴν κεφαλὴν καὶ τὴν ῥίζαν χυλίσας ξήραινε καὶ δίδου ὁλκὴν τριωβόλου μετὰ μελικράτου, ἐφ᾽ ὧν βούλει ὕδωρ καὶ φλέγμα ἄγειν· ἰδίως δὲ ἡ δι᾽ αὐτοῦ κάθαρσις ὀρθοπνοίαις καὶ ἐπιλημψίαις καὶ τοῖς περὶ νεῦρα πάθεσιν ἁρμόζει.