Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
glaúx gr. | glaúx γλαύξ |
- | 4.138 |
χιβ (612)
Texto provisional
γλαύξ· κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, <τὰ> ἄνωθεν δὲ χλωρά· κλωνία δὲ ἐπὶ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ· φύεται παρὰ θάλατταν. αὕτη ἑψομένη μετὰ ἀλεύρου κριθίνου καὶ ἁλὸς καὶ ἐλαίου καὶ ῥοφηθεῖσα γάλα σβεννύμενον ἀνακαλεῖται.