Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
satirión | órkhis ὄρχις |
Orchis sp. |
3.126 |
fol. fol.
υμβ (442)
Texto provisional
<περὶ ὄρχεως·> ὄρχις·
οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενότερα δὲ καὶ μακρότερα, καυλὸν σπιθαμῆς τὸ μῆκος, ἐφ᾽ ᾧ ἄνθη πορφυροειδῆ, ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενήν, ὡς ἐλαίαν, τὴν μὲν ἄνω, τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν. ἐσθίεται δὲ ἡ ῥίζα ὡς βολβὸς ἑφθή. {2} καὶ περὶ ταύτης δὲ ἱστορεῖται τὴν μὲν μείζονα ῥίζαν ὑπ᾽ ἀνδρῶν ἐσθιομένην ἀρρενογονεῖν, τὴν δὲ
fol. fol.
ἐλάττονα ὑπὸ γυναικῶν θηλυγονεῖν. προσιστορεῖται δ᾽ ὅτι καὶ τὰς ἐν Θεσσαλίᾳ γυναῖκας τὸν μὲν ἁπαλὸν <βλαστὸν> μετὰ αἰγείου γάλακτος ποτίζειν ὡς ἀφροδίσια συνιστάντα, τὸν δὲ ξηρὸν πρὸς ἐπίσχεσιν καὶ ἔκλυσιν τῶν ἀφροδισίων, ἀναλύεσθαί τε τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἐπιπινομένου. φύεται δὲ ἐν λιθώδεσι καὶ ἀμμώδεσι τόποις.