Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ásaro | ásaron ἄσαρον |
Asarum europaeum L. |
1.10 |
fol. fol.
ι (10)
περὶ ἀσάρου· ἄσαρον· οἱ δὲ νάρδος ἀγρία [καλοῦσι. προφῆ-
ται αἷμα ἄρεως, ὀσθάνης θέσαν, αἰγύπτιοι κερέερα, ῥωμαῖοι περ[ι]πρέσσαμ, οἱ δὲ βάκχαρ,
fol. fol.
θοῦσκοι σούκινουμ, οἱ δὲ νάρδον [1], ῥούστικου<μ>, Γάλλοι βάκαρ. ἄσαρον πόα εὐώδης στεφα-
νωματική]· φύλλα ἔχει κισσῷ ὅμοια, μικρότερα [2] δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθη [3] με-
ταξὺ τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυρᾶ [4][εὐώδη] , ὑοσκυάμῳ [5] κυτίνῳ ἐμφερῆ [6], ἐφ᾽ οἷς [7]
τὸ σπέρμα ἐοικὸς γιγάρτῳ· [ἔχον καυλία γωνιοειδῆ, ὑποτραχέα, ἀραιά]. ῥίζαι <δὲ> ὕπεισι
πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ
εὐώδεις· [ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ <δὲ> τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥί-
ζα βοηθεῖ ῥήγμασι, σπάσμασι, βηχὶ χρονίᾳ· ἄγει δὲ καὶ ἔμμηνα καὶ θηριοδήκτοις χρή-
σιμος [8] σὺν οἴνῳ πινομένη. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κε-
φαλαλγίας καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ αἰγίλωπας ἀρχομένους καὶ μαστοὺς ἐκ τόκων
φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή. καὶ κρατεύας ῥιζο-
τομικὸς εἰς τὸ αὐτό. {2} ἄσαρον δύναμιν ἔχει] [9] οὐρητικήν [10] [καὶ] θερμαντικήν [11], ἁρμόζουσα[ν] ὑδρω-
πικοῖς, ἰσχιαδικοῖς χρονίοις [12]· ἄγουσι δὲ καὶ ἔμμηνα. μετὰ μελικράτου <δὲ> ποθεῖσαι [αἱ ῥίζαι],
πλῆθος < Ϛ' [καὶ] καθαίρουσιν ὡς ἐλλέβορος λευκὸς· μίγνυνται δὲ καὶ μύροις.
φύεται <δὲ> ἐν ὑποσκίοις ὄρεσι, πλεῖστα δὲ ἐν πόντῳ καὶ <ἐν> φρυγίᾳ καὶ ἰλλυρίδι καὶ ἰουστίνη [13] τῆς
Ἰταλίας.