Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de granada | rhoítēs oínos ῥοίτης οἴνος |
- | 5.26 |
χϟβ (692)
Texto provisional
ῥοίτης δὲ οἶνος σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου, ἢ ἑψήσας εἰς <τὸ> τρίτον οὕτως ἀποτίθεσο. ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δ᾽ εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας καὶ οὐρητικός.