Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
madreselva | kykláminos hetéra κυκλάμινος ἑτέρα |
Lonicera periclymenum L. |
2.165 |
σϟδ (294)
Texto provisional
κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονατώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἠρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις. ταύτης ὁ καρπὸς ὅσον δραχμῆς μιᾶς πλῆθος πινόμενος μετ᾽ οἴνου λευκοῦ κυάθων δυεῖν πλῆθος ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκει δι᾽ οὔρων καὶ κοιλίας δαπανώμενον· πίνεται δὲ καὶ πρὸς ὀρθόπνοιαν, καὶ τὰ ἐκ τοκετῶν καθαίρει ποθείς.