Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
puerro | práson kephalōtón πράσον κεφαλωτόν |
Allium porrum L. |
2.149 |
σοη (278)
Texto provisional
πράσον κεφαλωτὸν [Ῥωμαῖοι πόρρουμ.] φυσῶδες, κακόχυμον, δυσόνειρον, οὐρητικόν, εὐκοίλιον, λεπτυντικόν, ἀμβλυωπίας ποιητικόν, καταμηνίων ἀγωγόν, βλαπτικὸν κύστεως εἱλκωμένης καὶ νεφρῶν, συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ δὲ <2κόμη>2 αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας· ἀπογλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθὲν καὶ ἀποβραχὲν ἐν ὕδατι ψυχρῷ. {2} τὸ δὲ <2καρτὸν>2 δριμύτερον, ἔχον τι καὶ στύψεως, ὅθεν αἷμα ὁ χυλὸς αὐτοῦ ἵστησι σὺν ὄξει, καὶ μάλιστα τὸ ἐκ μυκτήρων φερόμενον, μάννης ἢ λιβανωτοῦ μιγέντος, ἀφροδίσιά τε παρορμᾷ, καὶ πρὸς τὰ ἐν θώρακι πάντα σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ ποιεῖ καὶ πρὸς φθίσεις· καθαίρει δὲ καὶ τὴν ἀρτηρίαν βρωθέν. ἐσθιόμενον δὲ συνεχῶς ἀμαυρωτικὸν ὄψεως γίνεται, καὶ κακοστόμαχον δέ ἐστιν. {3} ἀρήγει καὶ θηριοδήκτοις σὺν μελικράτῳ πινόμενος ὁ χυλός, καὶ αὐτὸ δὲ καταπλασσόμενον ὠφελεῖ· βοηθεῖ καὶ ὠταλγίαις ὁ χυλὸς καὶ ἤχοις σὺν ὄξει καὶ λιβανωτῷ ἢ γάλακτι ἢ ῥοδίνῳ ἐνσταγείς. αἴρει δὲ καὶ ἰόνθους τὰ φύλλα σὺν ῥοὶ τῷ ἐπὶ τὰ ὄψα καταπλασθέντα, καὶ ἐπινυκτίδας ἰᾶται, ἐσχάρας τε περιρρήττει σὺν ἁλσὶν ἐπιπλαττόμενα. τοῦ μέντοι σπέρματος δραχμαὶ δύο μετὰ μύρτων ἴσων ποθεῖσαι τὰς χρονίους ἀναγωγὰς τοῦ αἵματος ἐπέχουσιν.