Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
queso fresco | tyròs nearós τυρὸς νεαρός |
- | 2.71 |
σ (200)
περὶ τυροῦ νεαροῦ·
τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστόμαχος, εὐανάδοτος, σαρ-
κῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν
τοῦ γάλακτος φύσιν, ἀφ᾽ οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκβληθείς [1], εἶτα ὀπτηθεὶς σταλ-
τικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώ-
πια. ὁ δὲ νεοαλὴς εὐτροφώτερος [2] ἐσθιόμενος, [καὶ] πρὸς καθαίρεσιν σαρκὸς [3] ἐπιτή-
δειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός,
καὶ ὁ ἐξ [4] αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος.