Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sepia | sēpía σηπία |
Sepia officinalis |
2.21 |
ρν (150)
περὶ σηπίας· σηπίας ἑψηθείσης τὸ μέλαν βιβρω-
σκόμενον δύσπεπτον, κοιλίας μαλακτικόν. τὸ δὲ ἐπ᾽ αὐτῆς ὄστρακον σχηματισθὲν
εἰς κολλύρια ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφάρων, καὲν δὲ ἐν τῷ ἰδίῳ ὀστρά-
κῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, σμήχει λεῖον ἀλφούς, πίτυρα, ὀδόντας, ἐφή-
λεις. μίγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ πλυθέν· καὶ πρὸς λευκώματα δὲ κτηνῶν ποιεῖ [1] ἐμφυ-
σώμενον, καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει σὺν ἁλσὶ λεῖον προσαγόμενον.