Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de cebolla albarrana | oínos skillētikós οἴνος σκιλλητικός |
- | 5.18 |
χπδ (684)
Texto provisional
ὁ δὲ ἀπὸ τῆς σκίλλης οἶνος γίνεται οὕτω· κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς. {2} ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλῃ ἐπιτέμνοντα αὐτὴν γογγυλοειδῶς [τρόπον] καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου. {3} εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς καὶ τοὺς ἀπεμοῦντας ταύτην, ἐφ᾽ ὧν τε πάχος ἔγκειται στομάχῳ ἢ κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσουροῦσι, στροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτωματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίων τε ἀγωγός· ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος· φυλάσσεσθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος.