Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sésamo | sēsamon σήσαμον |
Sesamum indicum L. |
2.99 |
σκη (228)
περὶ σησάμου· σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιητι-
κόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς
ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονὰς καὶ πυρίκαυτα καὶ κώ-
λων [1] ἀλγήματα, καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα ἐξ ἐγ-
καύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ,
μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον
ἐξ αὐτοῦ, ᾧ οἱ ἐν αἰγύπτῳ χρῶνται.