Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de acebuche | élaion ek tês agrías ἔλαιον ἐκ τῆς ἀγρίας |
Olea europaea L. var. sylvestris Brot. |
1.30.3 |
fol. fol.
λ (30)
ἔλαιον τὸ ἐκ τῆς ἀγρίας ἐλαίας· τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας [κομίζομενον] ἔλαιον στυπτικώτερον,
πρὸς μὲν τὴν ἐν ὑγιείᾳ χρῆσιν δεύτερον, κεφαλαλγοῦσι δὲ ἀντὶ ῥοδίνου ἁρμόζει, ἐπέχον
καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀποσμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας
καὶ λέπρας, βράδιόν τι [1] πολιοῖ καθ' ἑκάστην ἡμέραν ἐπαλειφόμενον. λευκαίνε-
ται δὲ ἔλαιον οὕτως· λαβὼν τὸ τῇ χρόᾳ μὲν λευκὸν τὴν ἡλικίαν δὲ μὴ πλέον ἐνιαυσίου
ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν, ἔστωσαν δὲ μέτρῳ κοτύλ<αι> ρ', εἶτα θεὶς
ὑφ’ ἥλιον ἀνάχει κόγχῳ καθ’ ἑκάστην ἡμέραν κατὰ τὸ μέσον, ὑψόθι [2] τῇ καταφορᾷ χρώ-
μενος, ἵνα τῇ συνεχεῖ κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ. {4} τῇ δὲ ὀγδόῃ ἡμέ-
ρᾳ βρέξας τήλεως καθαρᾶς < ν' ἐν ὕδατι θερμῷ ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρη-
μένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ· προσαπόδος δὲ καὶ δαλὸν πιτυήνης [3] <ὡς ὅτι> λι-
παρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας
ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ δὲ ταύτας ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν,
εἰ μὲν εἴη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προσεκλυσμένον [4] οἴνῳ παλαιῷ κατερά-
σας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτων [5] στεφανίσκων ἀλύτων [6] ὁλκῶν
ια' καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευ-
κὸν γένηται. {5} ἔνεστι δὲ καὶ σικυώνιον [7] <διὰ> τὸ προειρημένον [8] οὕτως σκευάζειν· εἰς λέβητα
κεκασσιτερωμένον πλατύστομον ἐγχέας νέου ἐλαίου ὠμοτριβοῦς καὶ λευκοῦ χοέα α' καὶ ὕ-
δατος ἡμίχουν ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπασον
τὸ πῦρ καὶ βρέξας [9] ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπιδοὺς ὕδωρ συνανάζεσον
fol. fol.