Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
achicoria silvestre | séris hēmeros σέρις ἥμερος |
Cichorium intybus L. |
2.132 |
σξα (261)
Texto provisional
σέρις <ἀγρία καὶ> ἥμερος·[οἱ δὲ πικρίδιον, Αἰγύπτιοι ἄγον, Ῥωμαῖοι ἴντουβου<μ> ἀγρέστε, οἱ δὲ κικίρβιτα ἄλβα, οἱ δὲ ἀμαριτούδω.]
ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομαχωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εἶδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενόφυλλος καὶ ἔμπικρος. {2} πᾶσαι δὲ στυπτικαὶ καὶ ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαὶ μετ᾽ ὄξους λαμβανόμεναι, καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι· βρωθεῖσαι γὰρ ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον <καὶ> καταπλασσόμεναι σὺν ἀλφίτῳ καὶ καθ᾽ ἑαυτάς, καὶ καρδιακοῖς εἰσι κατάπλασμα· χρήσιμοι δὲ καὶ ποδάγραις καὶ ὀφθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει καὶ ἐρυσιπέλασι σὺν ἀλφίτῳ. σὺν ψιμυθίῳ δὲ καὶ ὄξει ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων.