Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tierra de Samos | samías gê σαμίας γῆ |
- | 5.153 |
ωκδ (824)
Texto provisional
τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν καὶ ἐν τῷ θιγεῖν τῇ γλώσσῃ κρατουμένην ἐχεκόλλως, ἔτι δὲ εὔχυτον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστίν, ἥν τινες κολλούριον καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη· τό τε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη. {2} δύναμιν δὲ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ <τῇ> Ἐρετριάδι. ἵστησι καὶ αἵματος ἀναγωγήν, καὶ ῥοικαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας, καὶ θηριοδήκτοις καὶ θανασίμοις ἀρήγει πινομένη σὺν οἴνῳ.