Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de jazmín morisco | iasmínon élaion ἰασμίνον ἔλαιον |
Jasminum officinale L. |
1.63Di |
fol. fol.
ξγ (63)
περὶ ἰασμίνου· ἡ δὲ καλουμένη ἰασμὴ παρὰ πέρσαις σκευά-
fol. fol.
ζεται ἐκ τῶν ἀνθῶν τῶν λευκῶν τοῦ ἴου. τούτων οὐγγ<ίας> β' ἐμβαλλομένων ἰταλικῷ ξέ-
στη σησαμίνου ἐλαίου καὶ ἀμειβομένων ἢ γοῦν ἀλλασσομένων ὡς ἐπὶ τοῦ κρινίνου
εἴρηται. ἡ δὲ τούτου χρῆσις παρὰ τὰς ἐστιάσεις εὐωδίας ἕνεκα παρὰ πέρσαις παραλαμ-
βάνεται. ἁρμόζει δὲ καὶ ὅλῳ τῷ σώματι κατὰ τὰ λουτρὰ ἐπὶ τῶν θερμασίας καὶ χα-
λάσεως δεομένων σωμάτων. βαρυτέραν δὲ ἔχει τὴν εὐωδίαν, ὡς πολλοὺς αὐτῆς μὴ
ἡδέως ἀντιλαμβάνεσθαι.