Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
trágion gr., otro | trágion állo τράγιον ἄλλο |
Pimpinella tragium Vill. |
4.50 |
φκα (521)
Texto provisional
τράγιον ἄλλο· [οἱ δὲ τραγόκερως, οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον, Ῥωμαῖοι κορνούλακαμ, οἱ δὲ βιτου<μ>ινέα, οἱ δὲ ἵρκουλου<μ, οἱ δὲ> δεντάρια, Δάκοι σαλία, Αἰγύπτιοι σοβέρ, Ἄφροι ἀχχιουίμ] ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλλει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ ὠνόμασται τράγιον.