Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajo | skórdon σκόρδον |
Allium sativum L. |
2.152 |
σπα (281)
Texto provisional
σκόρδον [οἱ δὲ ὑοβόσκον, οἱ δὲ ἐλαφο βόσκον, Ῥωμαῖοι ἄλιουμ.] τὸ μέν <τί> ἐστιν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν Αἰγύπτῳ μονοκέφαλον καὶ λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον, ὀφιόσκορδον καλούμενον. δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, ἐκκριτικὴν φυσῶν καὶ κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου καὶ δίψης ποιητικήν, ἑλκωτικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων. {2} βιβρωσκόμενον δὲ ἕλμιν πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν ἁρμόζει, ὡς οὐδὲν ἕτερον, λαμβανομένου οἴνου συνεχῶς ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν. καταπλάσσεται δὲ καὶ πρός τε ταὐτὰ καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως, καὶ βιβρωσκόμενον δὲ ὀνίνησι, καὶ πρὸς τοὺς ξενισμοὺς τῶν ὑδάτων ἁρμόζει· λαμπρύνει καὶ ἀρτηρίας καὶ βῆχας χρονίας παρηγορεῖ, ὠμόν τε καὶ ὀπτὸν καὶ ἑφθὸν ἐσθιόμενον, καὶ κτείνει φθεῖρας καὶ κονίδας σὺν ὀριγάνου ἀφεψήματι πινόμενον. {3} καὲν δὲ καὶ φυραθὲν μέλιτι ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον, ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ, σὺν ἁλσὶ δὲ καὶ ἐλαίῳ ἐξανθήματα θεραπεύει· ἀφίστησι δὲ καὶ φακοὺς καὶ λειχῆνας καὶ ἀχῶρας, πίτυρα, ἀλφούς, λέπρας σὺν μέλιτι. μετὰ δᾳδίου δὲ καὶ λιβανωτοῦ καθεψηθὲν τὰς ὀδονταλγίας διακρατούμενον ἐν τῷ στόματι κουφίζει, μυγαλῆς τέ ἐστι κατάπλασμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγκάθισμα ἐμμήνων καὶ δευτέρων ἀγωγόν, καὶ ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτά. τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινόμενον τρίμμα, καλούμενον δὲ μυττωτόν, βιβρωσκόμενον οὔρησιν κινεῖ καὶ ἀναστομοῖ, χρήσιμον δὲ καὶ ὑδρωπιῶσίν ἐστιν.