Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
juncia avellanada | kýperos κύπερος |
Cyperus esculentus L. |
1.4 |
δ (4)
περὶ κυπειρου. κύπειρον· οἱ δὲ ἐρυ-
σίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσιν, [ῥωμαῖοι ἰούγκι ῥαδίκεμ, οἱ δὲ ἰούγκουμ.]
φύλλα ἔχει ὅμοια πράσῳ, μακρότερα δὲ καὶ ἰσχνότερα, καυλὸν δὲ πηχυαῖον ἢ καὶ μείζονα,
γωνιώδη, ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος.
ῥίζαι δ᾽ ὕπεισιν, ὧν καὶ ἡ χρῆσις, ὥσπερ ἐπιμήκεις ἐλαῖαι συναφθεῖσαι ἑαυταῖς ἢ καὶ στρογ-
γύλαι, μέλαιναι, εὐώδεις, ἔμπικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδε-
σιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης
μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν ἡ κιλίκιος καὶ ἡ συριακὴ καὶ ἡ ἀπὸ τῶν κυκλά-
δων νήσων. {2} δύναμις δέ ἐστιν αὐτῆς θερμαντική, ἀναστομωτική, διουρητικὴ <ἐπὶ> λιθιώσι καὶ
ὑδρωπικοῖς πινομένη. βοηθεῖ δὲ καὶ σκορπιοδήκτοις, καὶ ταῖς περὶ μήτραν δὲ κατα-
ψύξεις καὶ μύσεις πυριωμένη βοηθεῖ, ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ τοῖς ἐν στόμασιν ἕλκεσι καὶ
νεμομένοις ξηρὰ λεῖα· μ<ε>ίγνυται καὶ μαλάγμασι θερμαντικοῖς καὶ εἰς τὰ στύμματα
τῶν μύρων εὐχρηστεῖ.