Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agraz | omphákion ὀμφάκιον |
Vitis vinifera L. |
5.5 |
χοα (671)
Texto provisional
ὀμφάκιον· ἔστι μὲν χυλὸς ὄμφακος ψιθίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντας τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐσκεπασμένῳ ὀθονίῳ, μέχρι οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγοντας τῷ ὑγρῷ, νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν. {2} ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν, ἄφθας, οὖλα πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν· ἔστι δὲ καὶ ὀξυδερκές, καὶ τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πίνεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ὀλίγῳ· καίει γὰρ ἱκανῶς.