Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mejorana | sámpsoukhon σάμψουχον |
Origanum majorana L. |
3.39 |
fol. fol.
τνγ (353)
Texto provisional
<περὶ σαμψύχου· σ>άμψουχον· [οἱ δὲ τρίφυλλον, οἱ δὲ ἀμάρακον, οἱ δὲ ἀγαθίδες,
οἱ δὲ κνήκιον, οἱ δὲ ἄκαπνον, Πυθαγόρας θριαμβίς, Αἰγύπτιοι σοφώ, Ἀρμένιοι
μύουρον, προφῆται γόνος <Ὀσ>ίρεως, οἱ δὲ ὁμόγονος Ἴσεως, Ῥωμαῖοι μεζουράνα.]
κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τούτου τὸ Αἰγύπτιον· καλεῖται δὲ ὑπὸ
Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς,
φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώ-
δης καὶ θερμαντική, πλεκομένη καὶ εἰς στεφάνους. ἁρμόζει δὲ τὸ ἀ-
φέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων ὑδρωπικῶν καὶ δυσουρούντων καὶ στρο-
φουμένων. {2} ξηρὰ δὲ τὰ φύλλα ἐπιπλασθέντα μετὰ μέλιτος αἴρει ὑπώπια καὶ
ἔμμηνα ἄγει ἐν προσθέτῳ· πρὸς δὲ σκορπίου πληγὴν μετὰ ἁλῶν καὶ ὄξους κατα-
fol. fol.
πλάσσεται, < [1]> μετὰ πάλης ἀλφίτου· μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι
πρὸς τὸ θερμαίνειν.