Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
helecho macho | pterís πτερίς |
Dryopteris filix-mas (L.) Roth |
4.184 |
fol. fol.
χνζ (657)
Texto provisional
<περὶ πτερίδος·> πτέρις, [οἱ δὲ πτέριον, οἱ δὲ πτερίνεον [1], οἱ δὲ
δασύκλωνον, οἱ δὲ ἀνάσφορον,] οἱ δὲ βλῆχρον, [οἱ δὲ πολύρριζον, προφῆται Ἑρμοῦ βάσιν, Ῥωμαῖοι φίλις ῥανάρια, οἱ δὲ λακουλάτα, οἱ δὲ φίλικεμ, Αἰγύπτιοι αἷμα ὄνου.] φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ καὶ ἄκαρπα ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὡς πτέρυξ, ὑποδυσώδη· ῥίζαν δὲ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη, ἐκφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν
fol. fol.
ἐν τῇ γεύσει. φύεται δὲ ἐν ὀρεινοῖς καὶ ἐν πετρώδεσι τόποις. ταύτης ἡ ῥίζα ἕλμιν πλατεῖαν ἐκτινάσσει δραχμῶν τεσσάρων ὁλκὴ μετὰ μελικράτου λαμβανομένη· βέλτιον δέ, εἰ μετὰ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ὀβολῶν δυεῖν δοίη τις· δεῖ δὲ προσκορδοφαγεῖν τοὺς λαμβάνοντας.