Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bedelio | bdéllion βδέλλιον |
Commiphora mukul Engl. |
1.67 |
ξζ (67)
περὶ βδελλίου· βδέλλιον. οἱ δὲ μάδαλκον [1], οἱ δὲ βλόχον
καλοῦσι. δάκρυόν ἐστι δένδρου σαρακηνικοῦ [2]. δόκιμον δέ ἐστιν αὐτοῦ τὸ τῇ γεύσει πι-
κρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων
καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι. ἔστι δέ <τι> ῥυπαρὸν καὶ μέλαν, ἁδρό-
βωλον, παλαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς πέτρας
ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μιγνύμενον
κόμμ<ε>ι· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει
οὐχ οὕτως εὐῶδές ἐστι. {2} δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικὴν βροχο-
κηλῶν [3] καὶ σκληριῶν καὶ ὑδροκηλῶν ἐνεθὲν πτυέλῳ ἀσίτου. ἀναστομοῖ καὶ τὴν μήτραν
προστιθέμενον καὶ ὑποθυμιώμενον· ἐφέλκεται δὲ καὶ τὰ ἔμβρυα καὶ πᾶσαν ὑγρασίαν.
θρύπτει δὲ καὶ λίθους πινόμενον καὶ οὖρα ἄγει, βηχικοῖς τε καὶ θηριοδήκτοις ὠφελίμως
δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα <καὶ> σπάσματα καὶ πλευρᾶς πόνον καὶ διαδρομὰς πνευ-
μάτων. μίσγεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν
νεύρων. κατεργάζεται δὲ κοπτόμενον παραχεομένου οἴνου ἢ ὕδατος θερμοῦ.