Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
plátano de sombra | plátanos πλάτανος |
Platanus orientalis L. |
1.79 |
οθ (79)
περὶ πλατάνου· πλατάνου τὰ τρυφερὰ τῶν φύλλων ἑψη-
θέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ὀφθαλμῶν· κουφίζει δὲ καὶ [τὰ] οἰδή-
ματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σὺν ὄξει ὀδονταλγίας ἐστὶ διάκλυσμα. τὰ δὲ
σφαιρία χλωρὰ σὺν οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθέντα δὲ στέατι
πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαιρίων ἀκοὴν καὶ ὄψιν <παρ>εμ-
πεσὼν λυμαίνεται.