Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cebolla | krómmyon κρόμμυον |
Allium cepa L. |
2.151 |
fol. fol.
σπ (280)
Texto provisional
περὶ κρομμύου· κρόμμυον [οἱ δὲ
πολύειδος, προφῆται καλαβῶτις, Ῥωμαῖοι κήπαμ.] δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευματωτικά, ὀρέξεως ἐκκλητικά, λεπτυντικά, διψώδη, ἀσώδη, ἀποκαθαρτικά, εὐκοίλια, ἀναστομωτικὰ ἐκκρίσεων τῶν τε ἄλλων καὶ αἱμορροίδων, ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωπίαις, ἀργέμοις, νεφελίοις καὶ ἀρχομένοις ὑποχεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς· κινεῖ καὶ καταμήνια, ἔγχυτός τε διὰ ῥινὸς καθαρτικὸς κεφαλῆς, κυνοδήκτοις τε κατάπλασμα μεθ᾽ ἁλὸς καὶ πηγάνου καὶ μέλιτος. {2} σὺν ὄξει δὲ ἐν ἡλίῳ καταχρισθεὶς ἀλφοὺς ἰᾶται, μετ᾽ ἴσου δὲ σποδίου ψωροφθαλμίας παύει, καὶ ἰόνθους σὺν ἁλσὶ στέλλει. σὺν ὀρνιθείῳ δὲ στέατι πρὸς ἐκτρίμματα ὑποδημάτων χρήσιμος καὶ πρὸς [ῥῦσιν
fol. fol.
κοιλίας] καὶ δυσηκοίαν καὶ συριγμοὺς καὶ πυορροοῦντα ὦτα ὁ χυλὸς καὶ ὕδατος <ἐν>απολήμψεις, καὶ πρὸς ἀλωπεκίας παρατριβόμενος·τάχιον γὰρ ἁλκυονίου προκαλεῖται τρίχας· ἔστι δὲ καὶ κεφαλαλγές. πλείονα δὲ βρωθέντα ἐν νόσοις ληθάργους ποιεῖ, ἑψηθέντα δὲ οὐρητικώτερα γίνεται.