Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
garbanzo | erébinthos ἐρέβινθος |
Cicer arietinum L. |
2.104 |
σλγ (233)
περὶ ἐρεβίνθου· ἐρέβινθος <ὁ> ἥμερος εὐκοίλιος, οὐρητικός, πνευμά-
των γεννητικός, εὐχροίας περιποιητικός, καταμηνίων ἀγωγὸς καὶ ἐμβρύων, καὶ γάλακτος γεννη-
τικός. καταπλάσσεται δὲ μάλιστα σὺν ὀρόβοις [1] ἑφθὸς πρὸς ὄρχεων φλεγμονὰς καὶ μυρ-
μηκίας· πρός τε [2] ψώρας καὶ ἀχῶρας καὶ λειχῆνας καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη σὺν
μέλιτι. {2} καλεῖται δὲ τὸ ἕτερον αὐτῶν εἶδος κριός. ἀμφότεροι δ᾽ εἰσὶ διουρητικοί [3],
διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀφεψήματος αὐτῶν σὺν λιβανωτίδι, βλάπτου-
σι δὲ [καὶ] κύστιν εἱλκωμένην καὶ νεφρούς. πρὸς δὲ [4] μυρμηκίας καὶ ἀκροχορδόνας νουμηνίας οὔσης ἔ-
νιοι ἑκάστης ἐξοχῆς ἐρεβίνθου [5] ψαύοντες ἄλλῳ καὶ ἄλλῳ εἴς τε ὀθόνην [6] ἀποδήσαντες αὐτοὺς ῥί-
πτειν εἰς τοὐπίσω κελεύουσιν, ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων. γίνεται δὲ καὶ ἄ-
γριος ἐρέβινθος, ὅμοιος τοῖς φύλλοις τῷ ἡμέρῳ, ὀσμῇ δριμύς, τῷ καρπῷ διαφέρων, ποιῶν πρὸς
ὅσα καὶ ὁ ἥμερος.