Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
roble | drŷs δρῦς |
Quercus L. |
1.106 |
ρϚ (106)
περὶ δρυός· δρῦς πᾶσα στυπτικὴν ἔχει δύναμιν, μάλιστα δὲ αὐτῆς στύφει τὸ
μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ πρέμνου ὑμενοειδές, ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ
τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱ-
μοπτοικοῖς [1], καὶ ἐν πεσσοῖς <δὲ> λεῖον προστίθεται ῥοικαῖς γυναιξί.