Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
melisa | melissóphyllon μελισσόφυλλον |
Melissa officinalis L. |
3.104 |
fol. fol.
υκ (420)
Texto provisional
<περὶ μελισσοφύλλου·> μελισσόφυλλον, [οἱ δὲ μελίτταιον,
fol. fol.
οἱ δὲ μελίτταιναν, οἱ δὲ μελίφυλλον, οἱ δὲ ἐρυθρά, οἱ δὲ ἡδὺ μέλι, Ῥωμαῖοι ἀπιάστρουμ, οἱ δὲ κιτράγω, Γάλλοι μεριοιτοιμόριον.] ὃ ἔνιοι μελίτταιναν καλοῦσι διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίσσας. ἔοικε ταύτης τὰ φύλλα καὶ τὰ καυλία τῇ προειρημένῃ βαλλωτῇ, μείζονα δὲ ταῦτα καὶ λεπτότερα, οὐχ οὕτω δασέα, ὄζοντα δὲ κιτρομήλων. ἁρμόζει δὲ τὰ φύλλα ποτιζόμενα σὺν οἴνῳ καὶ καταπλασσόμενα πρός τε σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους καὶ κυνοδήκτους· {2} καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον πρὸς τὰ αὐτὰ ποιεῖ, εἴς τε τὰ ἐγκαθίσματα πρὸς ἐμμήνων ἀγωγὴν εὐθετεῖ, ὀδονταλγίας τε διάκλυσμα, ἔγκλυσμά τε δυσεντερίας· βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις μετὰ νίτρου τὰ φύλλα πινόμενα καὶ στροφουμένοις, καὶ ἔκλειγμα ὀρθοπνοϊκοῖς. καταπλασσόμενα δὲ σὺν ἁλσὶ διαφορεῖ χοιράδας καὶ ἕλκη ἀνακαθαίρει, τά τε ἐπὶ τῶν ἀρθριτικῶν ἀλγήματα παραιτεῖται καταπλασθέντα.