Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de azafrán | krókinon κρόκινον |
Crocus sativus L. |
1.54 |
fol. fol.
νδ (54)
κροκίνου·
κρόκινον δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συ-
σταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρ<ας> γ' ἥμισυ βάλε κρό-
κου < η' [1] καὶ ἀνακίνει πολλάκις [2] τῆς ἡμέρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας ε'.
τῇ δὲ ἑκτῇ ἀπόχει [3] τὸ ἔλαιον ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον
πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας ιγ' [4], εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης
fol. fol.
καὶ σεσησμένης < μ' καὶ κίνει ἐν ὅλμῳ χρησίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τὸ ἴσον
κύπρινον [5] ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον
τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν τέχνην [6] ἁρμόζει, δεύτερον δὲ τὸ τῇ
σμύρνῃ παρεμφέρον [7]. {2} δύναμιν δὲ ἔχει θερμαντικήν, ὑπνωτικήν, ὅθεν πολλάκις
ἐπὶ τῶν φρενιτικῶν ἁρμόζει [8] καταβρεχόμενον [9] ἢ ἀποσφραινόμενον [10] ἢ καὶ κατὰ [11] μυξωτήρων
διαχριόμενον [12]. ἔστι δὲ καὶ πυοποιὸν καὶ καθαρτικόν ἑλκῶν, καὶ πρὸς τὰς ἐν <τῇ> μήτρᾳ
σκληρίας καὶ μύσεις καὶ τὰ ἐν αὐτῇ κακοήθη σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαί-
ῳ διπλασίονι· συμπέττει γὰρ καὶ μαλάσσει καὶ ὑγραίνει καὶ πραύνει· ποιεῖ καὶ πρὸς
τὰς ἀπογλαυκώσεις μεθ᾽ ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον
βουτύρινον καὶ ὀνύχινον καὶ στυράκινον, τοῖς ὀνόμασι μόνον διαφέροντα, τῇ μέντοι
σκευασίᾳ καὶ τῇ δυνάμει ὄντα παρόμοια.