Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba cana | ērigérōn ἠριγέρων |
Senecio vulgaris L. |
4.96 |
fol. fol.
φξη (568)
Texto provisional
ἠριγέρων· [οἱ δὲ ἐρεχθῖτις, Ῥωμαῖοι ἕρβουλουμ, οἱ δὲ σενεκίων.] καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις. {2} δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν, ὅθεν καταπλασσόμενα σὺν οἴνῳ γλυκεῖ ὀλίγῳ καὶ καθ᾽ ἑαυτὰ φλεγ-
fol. fol.
μονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει, σὺν δὲ μάννῃ τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δὲ καθ᾽ ἑαυτοὺς σὺν ὄξει καταπλασθέντες τὸ αὐτὸ δρῶσι· ποθέντες μέντοι οἱ νεαροὶ πάπποι πνιγμὸν ἐπιφέρουσιν.